[θεοί]. [ - - - εἶπεν]· δεδόχθαι τ[ῶι δή-]
[μωι]· [ὅπως ἂν - - - ] ἡμῖν κατασκε[υα-]
[σθῆι καὶ τὰ πεπτωκότα τείχη ἀνοι]κοδομηθεῖ, τ[οὺς]
[ἄνδρας τοὺς ἐπὶ τὰ τείχη ἡιρημέ]νους, Κράτυλλ[ον],
5[ - - - ]ΟΝ, Ἐξηκεστίδην,
ἐπιμελη[θῆναι ὅπως ἂν εἰς τὸ]ν τε̣ιχισμὸν χρήμα-
τα πορισθῆι τῆι πόλε[ι]· [τὰς δὲ] προσόδους τῆς πόλε-
ως πάσας ὑπάρχειν εἴ[ς τε τὸ]ν τε[ιχ]ισμὸν καὶ εἰ-
ς τὴν ἀπόδοσιν τῶν δα[νεισθέντων χρ]ημάτων (vac. )
10εἰς τὰ τείχη· ἀφαιρεθ[ῆναι δὲ ὅ]σα τε εἰς τὰ ἱερὰ ἀνα-
λίσκεται καὶ μισθοὺς [το]ῖς ὑπηρέταις καὶ εἴ τι ἄλλο
ἀνάλωμα τῆς πόλεώς [ἐ]στι κατὰ νόμον ἢ κατὰ ψή-
φισμα· ὅπως δ’ ἂν εἰδῶσι πάντες τοὺς προελομέ-
νους εἰς τὸν τειχισμὸν τῆς πόλεως βοηθῆσαι, τοὺς
15τειχοποιοὺς ἀναγράψαι ἐν στ̣ήλαις λιθίναις τό τ[ε]
ψήφισμα τοῦ δήμου̣ καὶ τὰ ὀνόματα τῶν τειχοπο[ι-]
ῶν καὶ τῶν δανεισάντων τῆι πόλει καὶ ὅ τι ἕκαστος
[ἐ]δάνεισε καὶ τῶν ἐνγυησαμένων, καὶ στῆσαι (vac. )
[τὴν μ]ὲν ἐν τῶι ἱε̣ρῶι τοῦ Ἀμφιαράου, τὴν δὲ ἐν
20[τῆι ἀγο]ρᾶ[ι], ὅπου ἂν δοκεῖ ἐν καλλίστωι εἶναι· ἐπι-
[σκέψασθαι] δὲ τ[ὸ]ν δῆμ[ον καθ]ότι ἀξίως αὑτοῦ (vac. )
[ - - - συν]οικισμὸν τῆς
[ - - - ]Ε σωτ[ηρί-]
[ας - - - ]
[ - - - ]