[ἔδοξε τ]ῇ βουλῇ καὶ τῷ δήμῳ, πρυτάνεων γνώμη· ἐπεὶ [Λεύ-]
κιος Αὐφίδιος Λευκίου υἱὸς Βάσσος διὰ παντὸς εὔνους ὢ[ν]
διατελεῖ καὶ κατὰ κοινὸν τῇ πόλει καὶ καθ’ ἰδίαν ἑκάστῳ τῶ[ν]
πολιτῶν, πατροπαράδοτον παρειληφὼς τὴν πρὸς τὸν δῆμο[ν]
5ἡμῶν εὔνοιαν, καὶ πολλὰς καὶ μεγάλας τῇ πόλει παρέσχηται
χρείας, μεγαλοπρεπῶς τε καὶ φιλαγάθως πολλῶν χρημάτων ἄφε-
σιν πεποίηται· ὅ τε πατὴρ αὐτοῦ, καθ’ ὃν καιρὸν ἐπιγενόμενος ὁ
κοινὸς πόλεμος καὶ συνεχεῖς πειρατῶν ἐπίπλοι τὴν νῆσον οὐ-
χ ὡς ἔτυχεν συνηνάγκασαν ὑπὸ τῶν δανείων ἐπιβαρηθῆ-
10ναι, μόνος καὶ πρῶτος τῶν συνηλαχότων, πρὸ πλείονος ἡγη-
σάμενος τὴν τῆς πόλεως σωτηρίαν ἢ τὸ περὶ τὸν ἴδιον βίον
λυσιτελές, χρημάτων πλῆθος, ὅσον προῃρούμεθα, προθυμό-
τατα ἔδωκεν ἐξ ἑτοίμου τόκων πολὺ κουφοτέρων παρὰ τοὺς [ὑ-]
πάρχοντας τότε, τούτων τε συνπεριφορὰν ἐποιήσατο πάν-
15τα τὸν τῆς ζωῆς χρόνον, διετέλει τε λέγων καὶ πράττων
διὰ παντὸς τὰ βέλτιστα καὶ συνφέροντα τῇ πόλει· ἐφ’ οἷς ὁ δῆ-
μος ἡμῶν, ἔργῳ λαβὼν πεῖραν τῶν ὑπ’ αὐτοῦ γεγονυιῶν εὐε[ρ-]
γεσιῶν παραχρῆμα τὰς καθηκούσας ἐψηφίσατο τιμὰς αὐτ[ῷ]·
διαδεξάμενός τ’ αὐτὸς ἐπηγωνίσατο τῆι πρὸς τὴν πόλιν εὐ̣-
20νοίᾳ, καὶ δύο μὲν συνγραφὰς καταλελειμμένας ὑπὸ τοῦ πα-
τρὸς αὐτῶι κατὰ τῆς πόλεως ἕκτων τόκων, τὴν μὲν μίαν δρα̣-
χμῶν Ἀττικῶν μυρίων χιλίων, τὴν δ’ ἑτέραν Ἀττικῶν μυρίων ἐ-
νακισχιλίων πεντακοσίων, ἐλοιπογράφησεν χωρὶς ἀργυρίου κομι-
δῆς παρακληθεὶς ὑπὸ τοῦ δήμου· τοῖς δὲ ἄλλοις δανείοις ἄνωθεν
25ἀπὸ τῶν συνγραφῶν δραχμιαῖον τόκον ἐξ εὐθυτοκίας ἵλκυσεν [ἐ-]
τῶν καὶ πλείονων, καὶ συνχωρήσας πλῆθος χρημάτων ἱκανώτ[ε-]
ρον, πάλιν ἁτὸν ἐν τῇ πρὸς τὸν δῆμον ὑπερέθετ’ εὐεργεσίᾳ· τὸ
γὰρ συναχθὲν ἐκ τῆς ἐπιεικεστάτης ψήφου κεφάλαιον εἰς ἄλ-
λον πενταετῆ συνεγράψατο χρόνον τόκου τετρωβόλου· δι-
30ελθόντος δὲ καὶ τούτου καὶ πλειόνων ἄλλων ἐτῶν ἐπιγε[νο-]
μένων, καὶ μὴ δυνηθέντων ἡμῶν διὰ τὰς ὑφ’ ἑτέρων γειν[ο-]
μένας ἐπιβαρήσεις ἀποδοῦναι τὰ ὀφειλόμενα αὐτῶι, καὶ διὰ
ταῦτα συναθροισθέντων διαφόρων πλειόνων καὶ τῆς πό[λε-]
ως ἐν τοῖς ἐσχάτοις ὑπαρχούσης κινδύνοις, πάλιν ἐν τοῖς [πα-]
35ροῦσι καιροῖς ἡγησάμενος εὐσεβὲς καὶ μεγαλοπρεπὲς ὑπ[άρ-]
χειν ἑαυτῷ τὴν προσήκουσαν τῆς πατρίδος ἡμῶν ποιήσασ[θαι]
φροντίδα, ἀρχαίας νήσου καὶ ἱερᾶς ὑπαρχούσης, εἶναί θ’ ἑαυτ[ῶι]
πλούτου παντὸς κρείττονα πόλεως σωτηρίαν καὶ τὴν π[αρὰ]
πᾶσιν ἀγαθὴν εὐφημίαν, πολλὰ πάλιν χρήματ’ ἐπέδω[κε τῶι]
40δήμωι, οὐ μόνον ἀπὸ τῶν ὀφειλομένων αὐτῶι μεγάλ[α ἀφ]ελὼ[ν]
κεφάλαια, ἀλλὰ καὶ χρόνον εἰς τὴν ἀπόδοσιν ὧν ἐπείσ-
θη δοὺς ἑνδεκαετῆ, καὶ τοῦτον ἄτοκον, χάριν τοῦ κατὰ
τὸ δυνατόν, ὅσον ἐπ’ αὐτῷ, τὴν νῆσον καὶ πάντας ἡμᾶς
ἐν αὐτῇ συντηρηθῆναι, γενόμενος τῶν μεγίστων ἡμεῖ[ν]
45παραίτιος ἀγαθῶν· ἐπιδημήσας τε ἡμῶν ἐν τῇ πόλει πλεί-
ονα χρόνον σώφρονα καὶ σεμνὴν καὶ πᾶσιν προσηνῆ τὴν
ἀναστροφὴν ποιεῖται· ἐφ’ οἷς οὐχ ἧττον ὁ δῆμος ἡμῶν αὐ-
τὸν καὶ διὰ ταῦτα θαυμάζει τε καὶ τιμᾷ, καὶ εἰλι[κρινῶ]ς [γ]νησ[ί-]
αν ἔχοντι πρὸς πάντας φιλοστοργίαν εὐχαρισ[τ]εῖ· ἔν τε
50τοῖς ἄλλοις πᾶσιν ὡ[ς] δικαίαν καὶ εὐσεβῆ γνώμην ἔχων καὶ ἁ[ρ-]
μοζούσῃ παρρησίᾳ χρώμενος εἰς ἐπίστασιν καθέστακεν [ὅ-]
σον ἐπ’ αὐτῷ τοὺς ἐπιβαροῦντας, καὶ τοῖς ἀδίκως κινδυν[εύου-]
σι δικαίαν παρέχεται βοήθειαν, [π]άν[τω]ς̣ τε ἐν παντὶ καιρ[ῷ] πρό-
θυμον ἁτὸν ἐπιδίδωσιν ἐπὶ τὰ τῆς πόλεως πράγματα· ὅ-
55πως οὖν καὶ ὁ δῆμος ἡ[μῶν] φαίνηται τὰς ἐπιβαλλούσας
τοῖς εὐεργέταις ἀποδιδούς χάρ<ιτ>ας, πε[ρὶ δὴ τούτων], [ἀ-]
γαθῇ τύχῃ, δεδόχθαι τῇ βουλῇ καὶ τῷ δήμῳ, ἐ[παινέσαι - - - ]
[ - - - ]ΕΚΑΙΤΗΣ[ - - - ]
[ - - - ]ΟΥ[ - - - ]
60[ - - - ]Σ̣ΡΦ̣ΙΛΛΜ̣[ - - - ]
[ - - - - - - - - - - ]
[ - - - ]I[ - - - ]
[ - - - - - - - - - - ]
(seqq. vv. fere 26 valde detriti)