<Θ> ε ο ί
Ἐπὶ Σωκρατίδο ἄρχοντος
Νόμος περὶ τῆς δωδεκάτης τοῦ σίτου (vac. )
τῶν νήσων (vac. )
5Ἀγύρριος εἶπεν· ὅπως ἂν τῶι δήμωι σῖ[το-]
ς ἦι ἐν τῶι κοινῶι, τὴν δωδεκάτην πωλ[εῖ-]
ν τὴν ἐν Λήμνωι καὶ Ἴμβρωι καὶ Σκύρω[ι κ-]
αὶ τὴν πεντηκοστὴν σίτο· ἡ δὲ μερὶς ἑκ̣[ά-]
στη ἔσται πεντακόσιοι μέδιμνοι, πυ[ρῶ-]
10ν μὲν ἑκατόν, κριθῶν δὲ τετρακόσιοι· [κο-]
μιεῖ τὸν σῖτον κινδύνωι τῶι ἑαυτο͂ ὁ π̣[ρ-]
ιάμενος εἰς τὸν Πειραιᾶ καὶ ἀνακομι[ε-]
ῖ εἰς τὸ ἄστυ τὸν σῖτον τέλεσιν τοῖς α̣[ὑ-]
το͂ καὶ κατανήσει τὸν σῖτον εἰς τὸ Αἰά̣[κ-]
15ειον· στέγον δὲ καὶ τεθυρωμένον παρέ̣[ξ-]
ει τὸ Αἰάκειον ἡ πόλις καὶ ἀποστήσε[ι τ-]
ὸν σῖτον τῆι πόληι τριάκοντα ἡμερῶν̣ [ὁ]
πριάμενος, ἐπειδὰν ἀνακομίσηι εἰς [ἄσ-]
τυ τέλεσι τοῖς αὑτο͂· ἐπειδὰν δὲ ἀνακ[ομ-]
20ίσει εἰς τὸ ἄστυ, ἐνοίκιον οὐ πράξει [ἡ π-]
όλις τοὺς πριαμένους
τοὺς πυροὺς ἀ̣[πο-]
στήσει ὁ πριάμενος ἕλκοντας πέντε ἑ̣[κ-]
τέ<α>ς τὸ τάλαντον, τὰς δὲ κρι<θ>ὰς ἑλκο[ύσ-]
<α>ς τὸν μέδιμνον τάλαντον ξηρὰς ἀπο̣σ[τ-]
25ήσει καθαρὰς αἰρῶν, τὸ σ<ή>κωμα ἐπὶ ΤΗ[..] -
ΩΝ<Η>Ι σηκώσας, καθάπερ οἱ ἄλλοι ἔμ[π]ορ[ο-]
ι· προκαταβολὴν οὐ θήσει ὁ πριάμε[ν]ο[ς ἀ-]
λλ’ ἐπώνια καὶ κηρύκεια κατὰ τὴν [μ]ερ[ίδ-]
α εἴκοσι δραχμ<ά>ς· ἐγγυητ<ὰ>ς καταστήσ[ε-]
30ι ὁ πριάμενος δύο κατὰ τὴμ μερίδα ἀξι[ό-]
χρεως, οὓς ἂν ἡ βουλὴ δοκιμάσηι· συμ[μορ-]
ία ἔσται ἡ μερὶς τρισχίλιοι μέδιμ̣[νοι],
ἓξ ἄνδρες· ἡ πόλις πράξει τὴν συμμορ[ία-]
ν τὸν σῖτον κ<α>ὶ παρ’ ἑνὸς καὶ παρ’ ἁπάν[τω-]
35ν τῶν ἐν τῆι συμμορίαι ὄντων, ἕως <ἂ>ν τ[ὰ α-]
ὑτῆς ἀπολάβηι· αἱρείσθω δὲ ὁ δῆμος δ[έκ-]
<α> <ἄ>νδρας ἐξ Ἀθηναίων ἁπάντων ἐν τῆι [ἐκ-]
κλησίαι, ὅτανπερ τοὺς στρατηγοὺς α[ἱρ-]
ῶνται, οἵτινες ἐπιμελήσονται τοῦ σί[τ-]
40ο· οὗτοι δὲ ἀποστησάμενοι τὸν σῖτον̣ κ[α-]
τὰ τὰ γεγραμμένα πωλόντων ἐν τῆι ἀγ[ορ-]
ᾶι, ὅταν τῶι δήμωι δοκῆι· πωλε͂ν δὲ μὴ ἐ[ξε-]
ῖναι ἐπιψηφίσαι πρότερον τοῦ Ἀνθεσ[τ-]
ηριῶνος μηνός· ὁ δὲ δῆμος ταξάτω τὴν τ[ι-]
45μὴν τῶν πυρῶν καὶ τῶν κριθῶν ὁπόσου χ[ρ-]
ὴ πωλε͂ν τοὺς αἱρεθέντας· τὸν δὲ σ<ῖ>τον [ο-]
ἱ πριάμενοι τὴν δωδεκάτην κομισάντω-
ν πρὸ τοῦ Μαιμακτηριῶνος μηνός· οἱ δὲ α̣ -
ἱρεθέντες ὑπὸ τοῦ δήμου ἐπιμελούσθω-
50ν, ὅπως ἂν κομίζηται ὁ σῖτος ἐν τῶι χρόν̣ -
ωι τῶι εἰρημένωι· ἐπειδὰν δὲ ἀποδῶντα-
ι οἱ αἱρεθέντες τὸν σῖτον, λογισάσθω[ν]
ἐν τῶι δήμωι καὶ τὰ χρήματα ἡκόντων φ[έ-]
ροντες εἰς τὸν δῆμον καὶ ἔστω στρατι[ω-]
55τικ<ὰ> τὰ ἐκ το͂ σίτο γενόμενα· τὴν δὲ προ[κ-]
αταβολὴν τὴν ἐκ τῶν νήσων μερίσαι το[ὺ-]
ς ἀποδέκτας καὶ τῆς πεντηκοστῆς, ὅσο[ν-]
περ πέρυσιν <η>ὗρεν ἐκ τοῖν δυοῖν δεκάτ[.] -
ιν, τὸ μὲν νῦν εἶναι εἰς τὴν διοίκησι[ν κ-]
60αὶ τὸ λοιπὸν μὴ <ἀ>φαιρεῖν τὼ δύο δεκάτ[.]
ἐκ τῶν κατ<α>βαλλομένων χρημάτων (vac. )