[ἔδο]ξεν τῆι βουλῆι [κ]αὶ τῶι δήμωι· Δί[ω]ν Διοπείθους εἶπεν· ἐπειδὴ Ἀγαθοκλῆς
[Ἁ]γήμονος Ῥόδιος σῖτον εἰσαγαγὼν εἰς τὴμ πόλιν πυρῶν ἑκτεῖς μυρίους
τετρακισχιλίους, καὶ καταλαβὼν τὸν σῖτον τὸν ἐν τῆι ἀγορᾶι πωλούμε-
νομ πλέονος δραχμῶν ἕχς, πεισθεὶς ὑπὸ τοῦ ἀγορανόμου καὶ βουλόμενος
5χαρίζεσθαι τῶι δήμωι ἐπώλησε τὸν σῖτομ πάντα εὐωνότερον τοῦ ἐν
τῆι ἀγορᾶι πωλουμένου· δεδόχθαι τῆι βουλῆι καὶ τῶι δήμωι, δοῦναι Ἀγαθοκλεῖ
Ῥοδίωι πολιτείαν ἐϕ' ἵσηι καὶ ὁμοίαι καὶ αὐτῶι καὶ ἐκγ[ό]νοις, ἐπικληρῶσαι δὲ
αὐτὸν τοὺς ἐσσῆνας εἰς ϕυλὴγ καὶ χιλιαστὺγ καὶ ἀναγράψαι αὐτῶι ταῦ-
τα τοὺς νεωποίας εἰς τὸ ἱερὸν τῆς Ἀρτέμιδος οὗ καὶ τὰς λοιπὰς πολιτείας
10ἀναγράϕουσιν, ὅπως ἅπα<ν>τες εἰδῶσιν ὅτι ὁ δῆμος ἐπίσταται χάριτας ἀπο-
διδόναι τοῖς εὐεργετοῦσιν αὐτόν. ἔλαχε ϕυλὴμ Βεμβίνης, χιλιαστὺν Αἰγώτεος.