τεθμὸς ὄδε περὶ τᾶς γᾶς βέβαιος ἔστο κὰτ τὸν
ἀνδαιθμὸν Πλακὸς ᾽Υλίας καὶ Λισκαρίας καὶ το͂ν ἀ-
ποτόμον καὶ το͂ν δαμοσίον. ἐπινομία δ’ ἔστο γο-
νεῦσιν καὶ παιδί, αἰ δὲ μὲ παῖς εἴε, κόραι, αἰ δὲ μὲ κόρα εἴε,
5ἀδελφεο͂ι, αἰ δὲ μὲ ἀδελφεὸ<ς> εἴε, ἀνχιστέδαν ἐπινεμέσθο κὰ<τ> τὸ
δίκαιον, αἰ δὲ μὲ τοὶ ἐπίνομοι ΟΙΙ⟦ΟΝ⟧ hότι δέ κα φυτεύσεται,
ἄσυλος ἔ{ι}στο, αἰ μὲ πολέμοι ἀνανκαζομένοις δόξξαι ἀ-
νδράσιν hενὶ κἐκατὸν ἀριστίνδαν το͂ι πλέθει ἄνδρας δια-
κατίος μεῖστον ἀξξιομάχος ἐπιϝοίκος ἐφάγεσθαι. hόστ-
10ις δὲ δαιθμὸν ἐνφέροι ἒ ψᾶφον διαφέροι ἐν πρείγαι, ἐν πόλι, ἐ-
ν ἀποκλεσίαι ἒ στάσιν ποιέοι περὶ γαδαισίας, αὐτὸς μὲ-
ν ϝερρέτο καὶ γενεὰ ἄματα πάντα, χρέματα δὲ δαμευόσθον
καὶ ϝοικία κατασκαπτέσθο κὰτ τὸν ἀνδρεφονικὸν τετμ-
όν. ὄδε τετθμὸς ἰαρὸς ἔστο το̑ Ἀπόλλονος το͂ Πυθίο καὶ το͂ν συνν-
15[άον]· [ἐ͂μεν το͂ι τα]ῦτα παρβαίνοντι ἐξξόλειαν αὐτο͂ι καὶ γενεᾶι καὶ πά-
ντ̣εσιν, το͂ι δ’ εὐσεβέοντι hίλαος ἔσστο. ἀ δὲ γ[ᾶ τὸ μὲν ἔμισον]
κομίζοιεν, ἀξιοδότας ἔστο τὰν αὐτο͂ ὄιτινι χρέιζοι. (vac. )
το͂ν ὐπαπροσθιδίον ἔστο, τὸ δ’ ἔμισον το͂ν ἐπιϝοίκον ἔσ-
<τ>ο. (vac. ) (vac. )
20τὸς δὲ κοίλος μόρος διαδόντο
ἀλλαγὰ δὲ βέβαιο-
ς ἔστο, ἀλαζέσθο δὲ ἀντὶ το͂ ἀρχο͂.
[αἰ δὲ τοὶ] δαμιοργοὶ κερδαίνοιεν ἄλλο
το͂ν γεγραμένον, hιαρὸν το͂ Ἀπόλλο-
νος
ἐχέτο ἄγαλμα δι’ ἐννέα ϝετ-
25έον καὶ μὲ ποτιγράψαι κέρδος.