κατὰ τάδε [Χ]αιρεφάνης ἐπαγγέλλεται Ἐρετ[ριεῦσιν ἐξάξειν τε καὶ ξηρὰν ποιήσειν τὴν λίμνην τὴν ἐν]
[Π]τέχαις αὐτὸς τὰ ἀναλώματα παρέχων εἰς τ[ὴν ἐξαγωγήν,] [τέλος δὲ μὴ τιθεὶς τῆι πόλει ὅταν εἰσάγει κα-]
[ὶ] ἐξάγε[ι] ἕνεκα τῆς ἐργασίας τῆς εἰς τὴν ἐξα[γωγὴν καὶ ἀτέλεια δὲ ἔστω αὐτῶι ἐπὶ εἰσαγωγῆι καὶ ὑλῶν]
καὶ ξύλ[ων], ὅσων ἂν δέηται εἰς τὴν ἐργασίην, κ[αθάπερ γέγραπται τοῖς ἐργολαβοῦσί τι τῶν ἔργων τῶν δη-]
5μοσίων· ἐ[π]ειδὰν δὲ ἐξαγάγ[ε]ι τὴν λίμνην, καρ[πιζέσθω τὴν γῆν τῆς λίμνης τριάκοντα ταλάντων μισθωθ-]
[εῖ]σαν δέκα [ἔ]τη ὑποτελέων τῆι π[ό]λει τὸ μίσθ[ωμα ἑκάστου ἐνιαυτοῦ τοῦ Ἀπατουριῶνος μηνός·] [ἐξαγαγε-]
[ῖν] δὲ [τ]ὴν λίμνην τὸ πλεῖστον ἐν τέτταρσιν ἔ[τεσι Χαιρεφάνην·] [χρόνος ἄρχει τῶν συνθηκῶν τῶνδε ὁ] [ἐνι-]
αυτὸς ὁ μετὰ τὴν Ἱπποκύδου [κα]ὶ συναρχόντων [προβούλων ἀρχὴν καὶ μὴν Ἀπατουριὼν καὶ τὸν χρόνον τῶν]
τεττάρων ἐτῶν ἀπὸ τούτου ἄρχειν τοῦ χρόνου· [τέλος δὲ μὴ τιθεῖν τῆι πόλει μηδὲν Χαιρεφάνην πωλοῦν-]
10[τ]α ἐ[ν] Ἐρετρίαι τὸν καρπὸν καὶ [μ]ὴ ἐξάγοντα· ὀμ[όσαι δὲ τοὺς πολίτας καὶ πίστεις δοῦναι(?) ἐν Ἀπόλλωνο-]
ς Δα[φ]νηφόρου Χαιρεφάνει ἦ μὴν [ἐά]σειν καρπίζ[εσθαι τὴν γῆν δέκα ἔτη τριάκοντα ταλάντων,] [ἐπειδὰν ἐ-]
ξαγάγει τὴν λίμνην· ἀναγράψαι δὲ τὰς συνθήκα[ς τάσδε ἐν στήλει λιθίνει·] [ἀναγράψαι δὲ καὶ τὰς πίστε-]
ις καὶ τὸν ὅρκον καὶ τἆλλα πάντα καὶ στῆσαι α[ὐτὴν ἐν τῶι ἱερῶι τοῦ Ἀπόλλωνος τοῦ Δαφνηφόρου·] [ἐὰν δὲ]
πόλεμο[ς] διακωλύσει Χαιρεφάνην ἐξάγοντα τὴ[ν λίμνην ξηρὰν ποεῖν,] [ὡς γέγραπται,] [ὁ ἴσος αὐτῶι χρόν-]
15ος ἀποδοθήτω, ἐπειδὰν δυνατὸν εἶ καὶ εἰρήνη γέ[νηται,] [ὅσονπερ ὁ] [πόλεμος αὐτὸν διεκώλυσεν·] [ἐὰν δὲ πό-]
λεμος ἐπιγένηται καὶ μὴ δυνατὸν εἶ καρπίζεσθα[ι τὴν γῆν τῆς λίμνης . 25.]
[..] ὁ ἴσος α[ὐ]τῶι χρόνος ἀποδοθήτω ὅσονπερ ἐκωλύθ[η,] [ἐπειδὰν δυνατὸν εἶ·] [καὶ ἐξέστω δὲ Χαιρεφάνει κα-]
[ὶ] ἐν τοῖς ἰδι̣ωτικοῖς χωρίοις φρεατία[ς] ποεῖν τῶ[ι ὑπονόμωι,] [ἀλλὰ ταύτας μὴ ποείτω πλὴν διὰ τοῦ χωρί-]
ου οὗπερ καὶ πρότερον τὴν τιμὴν δῷ· κατὰ δὲ τὴν λίμ[νην,] [ἐάν του χωρίου δέηται,] [λογισάμενος μίαν δραχμ-]
20ὴν τοῦ ποδὸς τοῦτο ἀποτεισάτω Χαιρεφάνης, [ὅτα]ν ἐ[ξαγάγει τὴν λίμνην ἐν τέτταρσι ἔτεσι·] [τὴν δὲ λίμν-]
ην ἐξαγέτω ἀπὸ τῶν ἐργασίμων χωρίων δι[ὰ] τῶν ἀργῶ[ν,] [ἵνα μὴ βλάπτωνται οἱ γεωργοῦντες(?)·] [ποησάσθω δὲ]
κ[α]ὶ δεξαμενὴν τοῖς ποταμοῖς μὴ μείζον[α] ἢ δύο στα[δίων . 20. ἡνίκα δὲ Χαιρεφάνη-]
ς αὐτὸς καρπίζεται τὴν γ[ῆ]ν, ἐπισκευαζέτω τὸν ὑπό[νομον καὶ τὴν δεξαμενὴν(?),] [ἐπιμελείσθω δέ,] [ὅπως ἕξει κ-]
αλῶς καὶ εἰς τὸν ἔπε[ι]τα [χ]ρόνον πάντα· καὶ δρυφάκτ[ους δὲ ποησάσθω περὶ τὴν δεξαμενὴν·] [ἔνθα δὲ τὸ ὕδω-]
25ρ εἰσπίπτει εἰς [τ]ὸν ὑπόνομον, καὶ θύραν ἐργασάσθω [καὶ . 32. ἵνα ἐ-]
ὰν τοῦ ἦρος, [ὕδ]ατος γενομέν[ου], δέωνταί τι οἱ γεωργο[ῦντες τὴν χώραν(?) . 19. ἐξῆι(?) αὐτ-]
οῖς ἀποκλείσασι τὸν ὑπόνομον χρῆσθαι τῶι ὕδατι μ[ὴ τέλος τιθέντες τεῖ πόλει μηδέν(?) . 8. ἐὰν δ-]
[έ] τι πάθει Χαι[ρ]εφάνης πρὶν ἐξαγαγεῖν τὴν λίμνην, ε[ἶναι τοῖς μετὰ Χαιρεφάνους ἐργαζομένοις ἅπασι κα-]
[ὶ] τοῖς κληρονόμοις τοῖς Χαιρεφάνους τὰς αὐτὰς συν[θήκας . 30. εἰ δ-]
30[έ] τις ἀκύρους ἐρεῖ τάσδε τὰς συνθήκας ἢ ἄ[ρ]χων ἢ ἰδιώτη[ς ἢ] [γράψει ἢ] [ἐπιψηφίζει παρὰ τὰς συνθήκας οὕτ-]
ω ἀνανκάζων Χ[α]ιρεφάνην καὶ τοὺς κοινω[ν]οὺς λύειν τὰ[ς συνθήκας ἐπὶ παρευρέσει ἢ] [τρόπωι ἢ] [λόγωι ὡ-]
[ι]τινιοῦν, ἄτι[μος] ἔστω καὶ τὰ χρήματα αὐτοῦ ἔστω ἱερὰ [τῆς Ἀρτέμιδος,] [καὶ αὐτὸς καὶ γένος τὸ ἐξ αὐτοῦ]
ὃ ἂν πάθει, [ν]ηπ[οι]νεὶ πασχέτω· καταστῆσαι δὲ καὶ Χαιρε[φάνην ἐγγυητὰς συνεπαγγελλομένους,] [ὅταν ἐ-]
ξαγάγει τὴν λίμνην, ἦ μὴν ἔσεσθαι ξηρὰν τὴν λίμνην [ὡς αὐτὸς ἐπαγγέλλεται καὶ βέβαιον παρέχοντας]
35τὴν αὐτοῦ [κ]άρπ[ω]σιν τριάκοντα ταλάντων. Γ οἱ πρόβουλοι [εἶπον]· [ἔδοξεν τεῖ τε βουλεῖ καὶ τωῖ δήμωι·] [ἀνα-]
γράψαι πρὸς τὰς συνθήκας τὰς Χαιρεφάνους τὰς πρόσθε[ν γεγραμμένας ἐν τεῖ στήλει τὴν δεδομένην]
[α]ὐτῶι ἀσυλίαν ἐργαζομένωι τὰ πρὸς τὴν πόλιν καὶ κατὰ γ[ῆν καὶ κατὰ θάλασσαν καὶ πολέμου καὶ εἰρήνη-]
[ς καὶ] αὐτῶι καὶ τοῖς μετὰ Χαιρεφάνους ἐργαζομένοις ἅπα[σιν·] [. 19. καὶ μὴ ἐξεῖναι]
[συλᾶ]ν τοὺς συνεργαζομένους ἀεί, πλὴν εἴ τις σῦλον κατὰ τῆς πόλεως ἔχει, τούτω[ι δὲ μὴ ἐξεῖναι συλᾶν τοὺς με-]
40[τὰ Χα]ιρεφάνου, πρὶν ἂν διαλύσωνται πρὸς τὴν πόλιν πάντ[α·] [ἐγγυηταὶ . 26.]
ἐξ Ἀσ(- - -), Ἱέρων Φηγοείσ(ιος) Ὠρεων(ίδος(?)), Ἀμφιχάρης Αἰγ(αλῆθεν), Τιμόξενο[ς . 38.]
[. 5.]κράτης Ἀφαρ(εῦθεν) (vac. ) οἱ πρόβουλοι εἶπον· ἔδοξ[εν τεῖ βουλεῖ καὶ τωῖ δήμωι·] [ὀμόσαι τοὺς πο-]
[λίτας π]άντας Χαιρεφάνει ἐν Ἀπόλλωνος Δαφνηφόρου· ὃς δ’ ἂν μ[ὴ ὀμόσει,] [ἄτιμος ἔστω·] [. c. 7. ἐξορκού-]
[ντων δὲ] οἱ πρόβουλοι, ἐξορ[κ]ούντων δὲ καὶ οἱ στρατηγοὶ κατὰ [ἐνιαυτὸν τοὺς ἀεὶ ὄντας ἐφήβους ἕως ἂ-]
45[ν τὴν γῆν] καρπίζηται τὰ ἔτη τὰ σ[υ]γκείμενα Χαιρεφάνης· ἀναγ[ράφειν καὶ τὸ ψήφισμα καὶ τὸν ὅρκον ἐν σ-]
[τήλει λιθ]ίνει καὶ στῆσαι ἐν τῶι ἱερῶι τοῦ Ἀπόλλωνος τοῦ Δα[φνηφόρου·] [ἀναγράψαι δὲ καὶ ἐν τεῖ στήλε-]
[ὶ τοὺς ὀμόσαντας·] [ἀ]ναγράφειν δὲ καὶ τῶ[ν] ἐφήβων τοὺς ὀμόσαντ[ας ἐν στήλει . c. 21.]
[ὅρκος·] [ὁ δὲ ὅρκος ὅδε] ἔσται· ὀμνύω τὸ[ν Ἀ]πόλλωνα καὶ τὴν Λητοῦν καὶ [τὴν Ἄρτεμιν ἦ] [μὴν ἐάσω καρπίζεσθαι]
[τὴν γῆν τῆς λίμνη]ς Χαιρεφάνην, ὧι συνέθετο ἡ πόλις ὑπὲρ τῆς λ[ίμνης·] [ἐὰν δέ τις λύει τὰς συνθήκας τὰς]
50[πρὸς Χαιρεφάνην,] [οὐ]κ ἐπιτρέ[ψ]ω εἰς δύναμιν ξυ̣νοῦ ὅρκου κειμέ[νου·] [καὶ εὐορκοῦντί μοι εἶναι πολλὰ κἀγαθά],
[εἰ δὲ ἐπιορκέοιμι,] [ἀπ]ολέσθ[αι] αὐτὸς καὶ χρήματα τὰ ἑαυτοῦ· ὀ[μόσαι δὲ πᾶσι τοῖς μετὰ Χαιρεφάνου ἐργα-]
[ζομένοις τὰ αὐτὰ ἅ]π̣ερ Χαιρεφ<άν>ει ὀμνύωσιν, μὴ κατανεμεῖ[ν ἄλλοις(?) τὴν γῆν τῆς λίμνης]․[. c. 13.]
[παρὰ ταῦτα] δὲ ἐάν τις λέγει ἢ γράφει ἢ ἐπιψηφίζ̣[ει ὡς δεῖ ἄλλοις κατανέμειν τὴν γῆν τῆς λίμνης . c. 3.]
[.. ὁ] [δὲ ἐπίορκος μνᾶς δέκ]α τίσει· ἐπομνυόντων δὲ τὸν Ἀπόλλω[να καὶ τὴν Λητοῦν καὶ τὴν Ἄρτεμιν καὶ ἐπ-]
55[εύχεσθαι εὐορκοῦντι εἶναι τ]ῶι αὐτῶι πολλὰ κἀγαθά, εἰ δὲ ἐπιο[κέοι,] [ἀπολέσθαι αὐτὸν καὶ χρήματα τὰ ἐκεί-]
[νου πάντα·] [ἐὰν δέ τις λέγει ἢ] [γρά]φει ἢ ἐπιψηφίζει παρὰ τοὺς ὅρκ[ους,] [ὡς ἀκυροῦν δεῖ τὰς συνθήκας,] [ἄτιμο-]
[ς ἔστω καὶ τὰ χρήματα αὐτοῦ ἱερὰ ἔσ]τω τῆς Ἀρτέμιδος τῆς Ἀμαρυσί[ας καὶ ὃ] [ἂν πάθει,] [νηποινεὶ πασχέτω κ-]
[αὶ αὐτὸς καὶ γένος τὸ ἐξ αὐτοῦ·] [τῶν δὲ] πυρριχιστῶν ἄν τις τούτων π̣α̣[ραβαίνει τι - - - ]
[ - - - δραχμὰς ἱερὰς τῆι Ἀρτέ]μιδι τῆι Ἀμαρυσίαι· ἐξορκο[ύντων δὲ καὶ τοὺς - - - ]
60[ - - - ὅπως καὶ τούσ]δε τοὺς ὅρκους καὶ τὰ ψη[φίσματα - - - ]
[ - - - ἀναγρ]άψουσι, τῶν δὲ συνθηκῶ[ν ἀντίγραφα - - - ]
[ - - - πέμψαι καὶ εἰς] Μέγαρα καὶ Ἄνδρον [καί(?) - - - ]
[ - - - ἀναθ]εῖναι τὰς συνθήκας [ - - - ]
[ - - - ά]γουσιν τὰς αὐτὰ[ς τιμάς(?) - - - ]
65[ - - - τὸ] ψήφισμα τόδε [ - - - ]