[ - - - ]
[.] Ἀθηναί̣[ων κ]αὶ ἐπεμελ̣[ήθη] ὅπως ὡς̣
κ̣άλλιστα πορευθήσονται οἱ πρέσ-
βεις ὡς βασιλέα, οὓς ὁ δῆμος ἔπεμψ-
εν, κ<α>ὶ ἀποκρίνασθαι τῶι ἥκοντι π-
5αρὰ το͂ Σιδωνίων βασιλέως ὅτι καὶ
ἐς τὸν λοιπὸν χρόνον ὢν ἀνὴρ ἀγαθ-
ὸς περὶ τὸν δῆμον τὸν Ἀθηναίων οὐ-
κ ἔστι ὅτι ἀτυχήσει παρὰ Ἀθηναίω-
ν ὧν ἂν δέηται. εἶναι δὲ καὶ πρόξεν-
10ον τοῦ δήμου τοῦ Ἀθηναίων Στράτω-
να τὸν Σιδῶνος βασιλέα καὶ αὐτὸν
καὶ ἐκγόνος. τὸ δὲ ψήφισμα τόδε ἀν-
αγραψάτω ὁ γραμματεὺς τῆς βολῆς
[ἐ]στήληι λιθίνηι δέκα ἡμερῶν καὶ
15καταθέτω ἐν ἀκροπόλει, ἐς δὲ τὴν ἀ-
ναγραφὴν τῆς στήλης δοῦναι τοὺς
ταμίας τῶι γραμματεῖ τῆς βολῆς Δ
ΔΔ δραχμὰς ἐκ τῶν δέκα ταλάντων. π-
οιησάσθω δὲ καὶ σύμβολα ἡ βολὴ πρ-
20ὸς τὸν βασιλέα τὸν Σιδωνίων ὅπως
ἂν ὁ δῆμος ὁ Ἀθηναίων εἰδῆι ἐάν τι
πέμπηι ὁ Σιδωνίων βασιλεὺς δεόμ-
ενος τῆς πόλεως καὶ ὁ βασιλεὺς ὁ Σ-
ιδωνίων εἰδῆι ὅταμ πέμπηι τινὰ ὡ-
25ς αὐτὸν ὁ δῆμος ὁ Ἀθηναίων. καλέσα-
ι δὲ καὶ ἐπὶ ξένια τὸν ἥκοντα παρὰ
το͂ Σιδωνίων βασιλέως ἐς τὸ πρυτα-
νεῖον ἐς αὔριον. (vac. )
Μενέξενος εἶπεν· τὰ μὲν ἄλλα καθά-
30περ Κηφισόδοτος· ὁπόσοι δ’ ἂν Σιδω-
νίων οἰκο͂ντες ἐς Σιδῶνι καὶ πολι-
τευ̣όμενοι ἐπιδημῶσιν κατ’ ἐμπορ-
ίαν Ἀθήνησι, μὴ ἐξεῖναι αὐτὸς μετ-
οίκιον πράττεσθαι μηδὲ χορηγὸν
35μηδένα καταστῆσαι μηδ’ εἰσφορὰν
μηδεμίαν ἐπιγράφεν. (vac. )