ἐπὶ Ἀργιλίου ἄρχοντος, ὀπωρινᾶς πυλαίας, πὰρ τὰν πόλιν τῶν Δελφῶν λοιπὰ χρήματα τοῖς ναο-
ποιοῖς· τάλαντα ἴκατι, μναῖ δέκα τέτορες, στατῆρες δέκα· μετὰ τοῦτο ἀπεδώκαμες. ἐπιστει-
λάντων τῶν ναοποιῶν πάντων, τᾶι ἠρινᾶι πυλαίαι, ἐπὶ Ἡρακλείου ἄρχοντος, ἀργύριον διδόμ[εν],
ἔδωκε ἁ πόλις τῶν Δελφῶν, ἐπὶ Ἀριστοξένου ἄρχοντος, μηνὸς Ἀπελλαίου, βουλευόντων
5 Καλλίππου, Σακεδάλλου, Αἰγύλου τοῦ Ἱέρωνος, Ἀρισταγόρα μὲν ἀφισταμένου τᾶς ναοποιΐας,
Νικομάχου δὲ τοῦ Μενεκράτεος ναοποιέοντος, ἐπιμηνιεύοντος δὲ Φιλολάου Λακεδαιμονίου,
Ἀμφάρεος Φωκέος· Πασίωνι ἰσχεγάου μνᾶς δέκα, στατῆρας ἑπτά, ὀβολοὺς ἐννέα· Ἁρμοδίωι χαλκεῖ
δεσμῶν μνᾶς ἕξ, στατῆρας δέκα πέντε. ἄλλο ἔδωκε ἁ πόλις τῶν Δελφῶν, ἐπὶ Ἀριστοξένου
ἄρχοντος, μηνὸς Ἡραίου, ὀπωρινᾶι πυλαίαι, ναοποιέοντος Νικομάχου Δελφοῦ, βουλευόντων
10 Καλλίππου, Σακεδάλλου, Αἰγύλου, τοῖς ἐργώναις, κελευόντων πάντων τῶν ναοποιῶν,
παρεόντων δὲ ναοποιῶν τῶνδε· Νικομάχου Δελφοῦ, Νικοτέλευς Ἀργείου, Κλεοδώρου Ἀργείου,
Ξενοτίμου Σικυωνίου, Δαμοφάνευς Κορινθίου· Νικοδάμωι ξύλων ποτὶ τὰ μαχανώματα μνᾶς ἕ̣ξ̣·
Πασίωνι ἄλλο τοῦ ἰσχεγάου τοῦ αὐτοῦ ἔργου, μνᾶς δέκα, στατῆρας τρεῖς, ὀβολοὺς τρεῖς·
Νικοδάμωι Πασίωνι λατομίας μνᾶς τριάκοντα τέτορας, στατῆρας ἴκατι ἕξ· Πραξίωνι
15 Ἀριστάνδρωι λιθαγωγοῖς μνᾶς δέκα τέτορας, στατῆρας δέκα· Κλεινίαι σκαπέτων στατῆρας
ἴκατι τέτορας, ὀβολοὺς ὀκτώ· Ἀριστίωνι λίθων ἀπαγωγᾶς στατῆρας δέκα· τῶι μαγίρωι
τρία ἡμιωβέλια. ταῦτα ἀπελογιξάμεθα ποτὶ πάντας τοὺς ναοποιοὺς καὶ ἐγένετο
κεφάλωμα τάλαντον, μναῖ ἴκατι δύο, στατῆρες ἴκατι ἕξ, ὀβολοὶ ἐννέα, ἡμιωβέλιον.
μετὰ τὸν λογισμόν, παρεόντων τῶν βουλευτᾶν, ἐπέταξαν τοὶ ναοποιοὶ πάντες τᾶι πόλι τῶν
20 Δελ[φ]ῶν ἀργύριον δόμεν ποτὶ τὰ ἔργα τὰ ἐγ Κορίνθωι, καὶ ἐδώκαμεν· τοῖς μὲν ναοποιοῖς εὐθὺς
μνᾶ[ς] τέτορας, τοῦτο δὲ ἐδόθη Λαβώται Δαμοφάνει Κορινθίοις, Ξενοτίμωι Σικυωνίωι.
ἄλλο ἐδώκαμεν Λαβώται Δαμοφάνει Κορινθίοις, Ξενοτίμωι Σικυωνίωι, μνᾶς δέκα.
ἄλλο Νικόμαχον ἀπεπέμψαμεν φέροντα εἰς Κόρινθον τοῖς ναοποιοῖς μνᾶς τέτορας.
κεφάλωμα τοῦ ἔλαβον μετὰ τὸν λογισμὸν οἱ Κορίνθιοι ναοποιοὶ καὶ ὁ Σικυώνιος μνᾶς
25 δέκα ὀκτώ.
[ἀπὸ] τούτου ἀνάλωμα· μαχανώματος Χαιρόλαι μνᾶς τέτορας· βολίμου εἰσφορᾶς δραχμαὶ τρεῖς,
[ἡ]μιωβέλιον· πὸτ τὸ μαχάνωμα λίθων τομᾶς Θεογένει δραχμαὶ πέντε· ἀγωγᾶς τούτων Ἀγάθωνι δραχμαὶ
ἑπτά· βολίμου στάσιος Σατύρωι δραχμά· τριγλύφων δυώδεκα ἀγωγᾶς Χαιρόλαι μναῖ τρεῖς,
στατῆρας ἐννέα· τοπείου Ξένωνι μναῖ τρεῖς, στατῆρες ἴκατι δύο· ἐπιστυλίων ἓξ Χαιρόλαι
30 μναῖ ἕξ, στατῆρες τριάκοντα· βολίμου συνθέσιος ὀβολοὶ δέκα· πινακίοιν ὀβολοὶ τέτορες.
ἐπὶ Ἀριστοξένου ἄρχοντος, πυλαίαι ἠρινᾶι, ναοποιοὶ οὐ συνῆλθον· οὐδὲ ἐπὶ Ἱερίνου ἄρχον-
τος, πυλαίαι ὀπωρινᾶι καὶ ἠρινᾶι, οὐ συνῆλθον· οὐδὲ ἐπὶ Νίκωνος ἄρχοντος, πυλαίαι ὀπωρινᾶι,
ναοποιοὶ οὐ συνῆλθον. ἐπὶ Νίκωνος ἄρχοντος, ἠρινᾶς πυλαίας, ναοποιοὶ συνῆλθον τοίδε·
Ἁγήσαρχος Δελφός, Τηλοκλέας Ἀθηναῖος, Εὔορμος Λοκρός, Νικέας Λοκρός, Θέων Μεγαρεύς,
35 Ἀστίας Ἐπιδαύριος, Φιλόλαος Λακεδαιμόνιος, Καλλιμήδης Κορίνθιος, Θρασύδαμος Κορίν-
θιος, Ἐπιχάρης Φωκεύς.
ἐπὶ Νίκωνος ἄρχοντος, ἠρινᾶς πυλαίας, ἁ πόλις ἔδωκε τοῖς ναοποιοῖς τοῖς ἐν τῶι πολέμωι,
πράταν δόσιν, ναοποιέοντος Ἁγησάρχου Δελφοῦ, βουλευόντων Λύσωνος, Μαχίδα, Ἀρχε[μ]αχίδα,
προστατευόντων Τηλοκλέος Ἀθηναίου, Ἀστία Ἐπιδαυρίου, στατῆρας πεντήκοντα ὀκτώ,
40 ὀβολοὺς τρεῖς. τοῦτο ἐδόθη τῶι ἀρχιτέκτονι Ξενοδώρωι πὸτ τὸν μισθόν.
ἄλλο ἔδωκε ἁ πόλις τῶν Δελφῶν, δευτέραν δόσιν, ναοποιέοντος Ἁγησάρχου Δελφοῦ, βουλευόν-
των Διοκλέος, Ἡρακλείτου, Δεινομάχου, ἐπὶ Αὐτία ἄρχοντος, τᾶς ὀπωρινᾶς πυλαίας,
τοῖς ναοποιοῖς, προστατευόντων Θέωνος Μεγαρεῦς, Κυδίμου Ἀθηναίου, Θράσωνος Ἀθηναίου,
Ξενοτίμου Σικυωνίου, Εὐόρμου Λοκροῦ, μνᾶς ἴκατι ἑπτά, στατῆρας ἴκατι πέντε.
45 τούτου ἐδόθη· Νικοδάμωι ποτὶ τὸ ἐγ Κίρραι μαχάνωμα καὶ τοῦ χώματος μναῖ τρεῖς, στατῆρες
τριάκοντα δύο, <ὀ>βο<λο>ὶ ἑπτά, ἡμιωβέλιον· Νικοδάμωι σφενδόνας τιμὰν ποτὶ τὸ ἐγ Κίρραι μαχάνω-
μα στατῆρες πεντήκοντα εἷς, ὀβολοὶ τέτορες· Ὀνασίμωι λιθαγωγῶι κατὰ θάλασσαν μναῖ ἴκα-
τι μία, στατῆρες ἴκατι πέντε· Χήρι ἐφόδιον καλευμένωι τοὺς Ἡρέα ἐγγύους στατῆρες δέκα
τέτορες· γραμματιστᾶι στατῆρες πέντε· κάρυκι δραχμαὶ τρεῖς· ζυγάστρου ὀβολοὶ πέντε,
50 ἡμιωβέλιον· πινακίων ὀβολός.
ἄλλο ἔδωκε ἁ πόλις τῶν Δελφῶν, τρίταν δόσιν, ναοποιέοντος Ἁγησάρχου Δελφοῦ, βουλευόντων
Κλέωνος τοῦ Τιμοκράτεος, Φειδίλα, Θεοχάριος, Ὀρνιχίδα, ἐπὶ Αὐτία ἄρχοντος, τᾶς ἠρινᾶς,
τοῖς ναοποιοῖς, προστατευόντων Νικιάδου Ἀθηναίου, Δέξιος Κορινθίου, Θράσωνος Φωκέος,
μνᾶς δέκα δύο, στατῆρας ἕξ, ὀβολοὺς τρεῖς· τούτου ἐδόθη· Ὀνασίμωι κατὰ θάλασσαν λιθαγωγῶι
55 ποτεθήκαμες πὸτ τὰν δόσιν μνᾶς δέκα μίαν, στατῆρας δέκα πέντε· Νικοδάμωι πίσσας τιμὰ καὶ
τὸ μαχάνωμα πισσῶσαι τὸ ἐγ Κίρραι στατῆρες δέκα, ὀβολοὶ τρεῖς· Χήρι ἐφόδιον καλευμένωι
τοὺς Ἡρέα ἐγγύους στατῆρες δέκα ἕξ.
ἄλλο ἔδωκε ἁ πόλις τῶν Δελφῶν, τετάρταν δόσιν, ναοποιέοντος [Ἁ]γ[η]σάρ[χ]ου Δελφοῦ,
βουλευόντων Κλέωνος, Κλεινία, Δίωνος, ἐπὶ Θευχάριος ἄρχοντος, τᾶς ὀπωρινᾶς, τοῖς
60 ναοποιοῖς, προστατευόντων Δέξιος Κορινθίου, Ἀστία Ἐπιδαυρίου, Πολυπείθεος Λακεδαι-
μονίου μνᾶς δύο, στατῆρας ὀκτώ, δραχμάν· τούτου ἐδόθη· Ξενοδώρωι ἀρχιτέκτονι μναῖ δύο,
στατῆρες πέντε· Καλλιτέλει τοῦ μαχανώματος ἀκέσιος στατῆρες τρεῖς, δραχμά.
ἄλλο ἔδωκε ἁ πόλις τῶν Δελφῶν, πέμπταν δόσιν, ναοποιέοντος Ἁγησάρχου Δελφοῦ, βουλευόντων
Καλλαγόρα, Ἀθάνιος Μένωνος, ἐπὶ Θευχάριος ἄρχοντος, τᾶς ἠρινᾶς, τοῖς ναοποιοῖς,
65 προστατευόντων Ἀγία Λακεδαιμονίου, Μνασικλέος Φλειασίου, μνᾶς τρεῖς· τοῦτο ἐδόθη
τῶι ἀρχιτέκτονι Ξενοδώρωι. ταῦτα ἀπελογιξάμεθα τοῖς ναοποιοῖς τοῖς ἐν τῶι πολέμωι
καὶ ἐγένετο κεφάλωμα ἐν ταῖς πέντε πυλαίαις μναῖ τετρώκοντα ἕξ, στατῆρες ἴκατι ὀκτώ.
σύμπαντος κεφάλωμα οὗ ἀπέδωκε ἁ πόλις τῶν Δελφῶν τοῖς ναοποιοῖς ἀπὸ Ἀργιλίου ἄρχοντος,
τᾶς ἠρινᾶς πυλαίας, εἴς τε εἰς Θεύχαριν ἄρχοντα, εἰς τὰν ἠρινὰν πυλαίαν, ἀργυρίου τάλαντα
70 δύο, μνᾶς ἴκατι ἑπτά, στατῆρας δέκα ἐννέα, ὀβολοὺς ἐννέα, ἡμιωβέλιον.