[ - - - ]..[ - - - ]
[τὸν] ἱερέα το[ῦ Διονύσου ἐν τοῖς Διονυσί]οις καὶ [τὸν]
[πρ]ύτανιν ἐν τῶι πρυ[τανείωι καὶ τὸν ἱε]ροκήρυκα [ἐν]
[τ]αῖς ἐκλησίαις γίνεσθαι τἀγαθὰ καὶ τῶι κοινῶι τῶ[ν πε-]
5[ρὶ τ]ὸν Διόνυσον τεχνιτῶν· ἀγοράσαι δὲ αὐτοῖς καὶ κ̣[τῆ-]
[μα] ἔγγεον ἐν τῆι πόλει ἢ τῆι χώραι ἀπὸ δρα(χμῶν) 𐅆Χ
[καὶ] προσαγορεύεσθαι τὸ ἀγορασθὲν κτῆμα ἱερὸν ὃ ἀν[έθη-]
[κε] ὁ δῆμος τῶι κοινῶι τῶν περὶ τὸν Διόνυσον τ[ε-]
[χ]νιτῶν, ὂν ἀτελὲς ὧν ἡ πόλις ἐπιβάλλει τελῶν· ἀ[πο-]
10δεῖξαι δὲ καὶ ἄνδρας δύο οἵτινες κτηματωνήσου[σιν]
[ἐ]π’ ἀναφορᾶι τῆι πρὸς τὸν δῆμον· ἵνα δὲ τὸ ἀργύριο[ν]
[ὑπ]άρχηι εἰς τὴν κτηματωνίαν, τοὺς ταμίας τοὺς [ἐ-]
[ν]εστηκότας δοῦναι τοῖς ἀποδειχθησομένοις δρα(χμὰς)
[Χ]ΧΧ ἐκ τοῦ μετενηνεγμένου ἐκ τοῦ λόγου τῆς ὀ[χυ-]
15[ρ]ώσεως ὃ δέδοται εἰς τὴν τιμὴν τοῦ σίτου· τὸ δὲ ὑπ[ο-]
[λι]πὲς δρα(χμὰς) ΧΧΧ δότωσαν οἱ εἰσιόντες ταμίαι ἐκ τ[ῶν]
[πρ]ώτων δοθησομένων αὐτοῖς ἐγ βασιλικοῦ εἰς τ[ὴν]
[τῆ]ς πόλεως διοίκησιν· δεδόσθαι δὲ αὐτοῖς καὶ ἐπο-
[χὴ]ν ἔτη πέντε ἀπὸ μηνὸς Λευκαθεῶνος καὶ πρυτ[άνε-]
20[ως] Μητροδώρου· ὅπως δὲ καὶ τὰ δόξαντα τῶι δήμ[ωι]
[πά]ντες εἰδῶσιν, ἀναγράψαι τόδε τὸ ψήφισμα εἰς [στή-]
[λη]ν λιθίνην καὶ τὸν στέφανον καὶ ἀναθεῖναι παρὰ
[τὸ]ν νεὼ τοῦ Διονύσου· ἀναγράψαι δὲ καὶ εἰς τὴν παρ[α-]
[στά]δα τοῦ θεάτρου τὸ ψήφισμα τόδε καὶ τὸν στέφαν[ον]·
25[τῆ]ς δὲ ἀναγραφῆς τῶν στεφάνων {Ι} καὶ ψηφίσματ[ος]
[καὶ τ]ῆς στήλης τὴν κατασκευὴν τὴν ἔγδοσιν π[ο-]
[ιείσθ]ωσαν οἱ ἐνεστηκότες ταμίαι καὶ τὸ ἀνάλωμ[α]
[δότ]ωσαν οἱ ἐνεστηκότες ταμίαι· τοὺς δὲ πρεσβ̣[ευ-]
[τὰς] τοὺς ἀποδεδειγμένους ἀποδοῦναι τὸ ψήφι[σ-]
30[μα τόδ]ε τοῖς περὶ τὸν Διόνυσον τεχνίταις καὶ ἐπ[αι-]
[νέσαι α]ὐτοὺς ἐπὶ τῆι εὐνοίαι ἣν ἔχοντες διατε-
[λοῦσι] περὶ τὸν δῆμον τὸν Τηΐων. ἀπεδείχθη-
[σαν κτ]ηματωνήσοντες (vac. )
[. 6.]Σ Ἐπιτιμίδου (vac. ) Θερσίων Φάνου.