[ - - - - - - - - - - ]
Ἀρίστωνος ΤΟΙΙ[. c. 9.] τὸ ὑ[πὲρ Οὐ]αλερίας
Μούσης τῆς ἑαυτοῦ γυναικός. μὴ ἐξουσίαν δὲ ἐχέτω-
σαν ὁ φρήταρχος ἢ οἱ χαλκολόγοι ἢ ὁ φροντιστὴς ἢ οἱ διοι-
κηταὶ ἢ ἄλλος τις τῆς φρητρίας τῆς Ἀρισταίων τὴν θυσίαν
5ἢ τὸ δεῖπνον ὑπερτίθεσθαι παρὰ τὰς τεταγμένας ἡμέρας
κα[ὶ τ]ὰ χείλια καὶ διακόσια δεινάρια δανειζέσθω μὴ [πλ]ῆο[ν]
ἑν[ὶ ὀν]όματι δεινάρια διακόσια πεντήκοντα καὶ τῇ π[όλ]ει.
μὴ ἐξουσίαν ἐχέτω ὁ φρήταρχος ἢ οἱ χαλκολόγοι ἢ ὁ φρον-
τιστὴς ἢ οἱ διοικηταὶ ἢ ἄλλος τις τῆς φρητρίας τῆς Ἀρισταίων
10φρήτορα ὑπὲρ τούτων τῶν ὀνομάτων λαμβάνειν, οὐ[δὲ]
πίστει δοθήσεται· ὃν δὲ ἂν ὁ δανειζόμενος διδῷ ἀλλοφρή-
τορα, ἐν ἀγάρρει εἰσδιδόσθω, καὶ ἐὰν δόξῃ τῇ ἀγάρρει,
καθὼς καὶ ὑπὲρ φρητάρχου καὶ χαλκολόγου <δε>δογμάτισ-
ται, τότε ἡ οἰκονομία ὑπὸ τῶν προγεγραμμένων γεινέσθ[ω].
15τοὺς δὲ χαλκοῦς οἱ δεδανεισμένοι καταφερέτωσαν τῇ
ἑβδόμῃ τοῦ Πανθεῶνος μηνὸς ἱσταμένου εἰς ἄγαρρει[ν]
πληθύουσαν, καὶ ἐπιψηφιζέτω ἡ φρητρία οἷς θέλει δανίζε[ιν]
καὶ οὕτως τότε ἄλλη οἰκονομία γεινέσθω καθ’ ἕκαστον [ἔ-]
τος. ἔν τε ταῖς ἡμέραις ταύταις ταῖς δυσίν, αἷς θύοντες δ[ει-]
20πνοῦσιν, Οὐαλερίᾳ Μούσῃ διδόσθω τὰ κατάχρεα. τὸ δὲ γρ[α-]
π[τὸν τ]ὸ τεθὲν ἢ τὸ προσηλωθὲν ὀφειλέτωσαν ὁ φρήταρχος
ἢ οἱ χαλκολόγοι ἢ ὁ φροντιστὴς ἢ οἱ διοικηταὶ μετα[πα]ραδ[ι-]
δόναι τοῖς ἀεὶ ὑπὸ τῆς φρητρίας καθισταμένοις. ἐὰν δὲ τι πα-
ρὰ ταῦτα τὰ ὑπεράνω γεγραμμένα ὁ φρήταρχος ἢ οἱ χαλκολ[ό-]
25γοι ἢ ὁ φροντιστὴς ἢ οἱ διοικηταὶ ἢ οἱ δεδανισμένοι ἢ ἄλλος
τις ποιήσῃ ἀποτεισάτω ἱερὰ τῶν θεῶν τῶν φρητρίων ἀργυ-
[ρίου δεινάρια δι]ακόσια [. c. 15. κ]αὶ ἡ ἔκπραξίς ἐστι [ - - - ]
[ - - - ]