...
... ἐπειδὴ
Κόϊντος Καικίλιος Κοΐντου Μέτελλος ἀγορανόμος Ῥωμαίων α-
νὴρ καλὸς καὶ ἀγαθὸς κ[αὶ] φίλος καὶ εὔνους ὑπάρχων τῶι ἔ-
θνει ἡμῶν ἐπελθὼν ἐπὶ [τὸ σ]υνέδριον ἀνενεώσατο τὰς γεγενη-
20μένας εὐεργεσία[ς τὰ]ς ὑπ[ὸ τ]ῶν προγόνων αὐτοῦ καὶ διελέγετο
παρακαλῶν, ἐπείπερ ἦν [ᾑ]ρημένος ἐπὶ τὴν τῆς ἀγορανομίας
ἀρχήν, τὰ δὲ κατὰ τὴν χ[ώρα]ν αὐτῶν κατὰ τὸν παρόντα καιρὸν ἐν
ἀφορίαι καθειστήκει, ὅπως δοθῇ σῖτος ὑπὸ τοῦ ἔθνους τῇ συνκλήτῳ
καὶ τῷ δήμωι, ὅσος ἂν ἦν ἐν π̣[ρ]ατῶι, ἐκρίθη τοῖς συνέδροις, μνημονεύον̣-
25[τ]ας τῶν γεγενημένων ε[ὐε]ργετημάτων εἰς τὸ ἔθνος ὑπὸ Κοΐν-
του καὶ τῶν προγόνων αὐτ[ο]ῦ καὶ τῆς συνκλήτου καὶ τοῦ δήμου τ[οῦ]
Ῥωμαίων, ἐξαποστεῖλαι ε̣[ἰ]ς Ῥώμην ὥστε τῇ συνκλήτῳ καὶ τῶι δήμω̣[ι],
καθὼς Κόϊντος διελέγη, π̣[υ]ρῶν κοφίνων μυριάδας τεσσαράκοντα
τρεῖς καὶ τοῦ προγεγραμμέ[ν]ου πλήθους σίτου ποιήσασθαι διάταξιν ἐ̣-
30πὶ τὰς πόλεις Πετραῖον τὸν̣ [σ]τρατηγὸν μετὰ τῆς συναρχίας καὶ τ̣[ῶν]
συνέδρων· τὰς δὲ πόλεις ἑκ̣[ά]σ̣την τοῦ διαταγέντος σίτου ποιήσασθα[ι]
τὴν καταγωγὴν ἐπὶ λιμέν[α] τὸν ἐπὶ τοῦ Δημητριείου ἢ ἐμ Φαλάροις ἢ ἐν
Δημητριάδι, τῶν μὲν τριάκ[ο]ντα δύο μυριάδων Πελασγιώτας μὲν καὶ
Φθιώτας ἐν τῶι μηνὶ τῶι Ἀφρίῳ, Ἱστιώτας δὲ καὶ Θεσσαλιώτας ἐν τῶι μη-
35νὶ τῶι Θυίῳ πρὸ τῆς εἰκάδος, τῶν <δὲ> δέκα μίας μυριάδων ἐν τῶι μην[ί]
τῶι Φυλλικῶι πρὸ τῆς πέντε καὶ δεκάτης ἐπὶ τῆς Πετραίου στρατη
γίας, καὶ τὴν ἐσομένην δ[α]πάνην ἐκ τοῦ ἐμβληθῆναι τὸν σῖτον
εἰς τὰ πλοῖα διδόναι τὰς πόλεις ἑκάστην τοῦ καθ᾿ αὑτὴν πλήθους·
περὶ δέ γε τῆς εἰς Ῥώμην διακομιδῆς τοῦ σίτου ἠξίωσαν Κόϊντον
40φροντίσαι ἵνα, ἐπεὶ οὐχ ὑπάρχει πλοῖα τοῖς Θεσσαλοῖς, ἵνα ποιήση-
ται τὴν ἔγδοσιν, ὣς ἂν αὐτῶι φαίνηται βέλτιστα, τὰ δὲ ναῦλα δι-
ορθώσασθαι τοὺς ἀποσταλέντας πρεσβευτὰς εἰς Ῥώμην
περὶ τούτων ἐκ τῆς τοῦ σίτου τιμῆς· ἐὰν δὲ μὴ δυνηθῇ Κοϊντος ἐκ-
πέμψαι τὰ πλοῖα, ἀποστείλῃ δὲ τοὺς ναυλωσομένους, φροντί-
45σαι Πετραῖον τὸν στρατηγὸν μετὰ τῶν συναποταγέντων ἵ-
να διακομισθῇ ὁ σῖτος εἰς Ῥώμην καὶ τοὺς συνεπιπλευσομένους
ἳνα συναποστείλῃ Πετραῖος καὶ τὴν εἰς ταῦτα δαπάνην καὶ ἐξα-
ποστολὴν ποιήσασθαι Πετραῖον τὸν στρατηγὸν μετὰ τῆς συναρ-
χίας γράψαντος Πετραίου διάταξιν ἐπὶ τὰς πόλεις· ἐὰν δέ τις
50μὴ ἀπαγάγῃ τὸν σῖτον ἐπὶ τοὺς λιμένας ἐν τοῖς ὡρισμένοις χρό-
νοις, ἀποτινέτω τοῦ κοφίνου ἑκάστου στατῆρας δύο καὶ ὀβολοὺς ἐν-
νέα, καὶ τῆς διατιμήσεως ταύτης ποιεῖσθαι τὴν πρᾶξιν Πετραῖον
τὸν στρατηγὸν καὶ τοὺς ὑπὸ τούτου ἀποταγέντας ἐκ τῶν ὑπαρχόν-
των τῇ τε πόλει καὶ τοῖς κατοικοῦσιν ἐν τῇ πόλει καθ᾿ ὃν ἂν τρόπον
55βούλωνται, ἀνυποδίκοις καὶ ἀζημίοις οὖσιν καθ᾿ ὃν ἂν τρόπον πράξ-
ωσιν. ...
...