[θ]υέτω δὲ καὶ σκανοπαγείσθωι καὶ ὁ τὰν ὠνὰν ἐωνημένος ναύσσου ἔξω καὶ τὰν ἐπ’ Ἀ[ρχ-]
ε̣βίου κατὰ ταὐτά· θυόντωι δὲ καὶ τοὶ ἐωνημένοι ὠνὰν ναύσσου, ἄρτων, κάπων κατὰ τα[ὐ-]
τά· θυόντωι δὲ καὶ σκανοπαγείσθων καὶ τοὶ ἀγοράξαντες τὰν ὠνὰν τᾶς ὀβελίας κατὰ ταὐτά·
[θ]υόντωι δὲ καὶ σκανοπαγείσθων καὶ τοὶ πριάμενοι τὰν ὠνὰν σίτου κατὰ ταὐτά· θυό<ν>τω δὲ
5[κ]αὶ σκανοπαγείσθων καὶ τοὶ πριάμενοι ὠνὰν οἴνου ἐπὶ θαλάσσαι, ἑταιρᾶν, ξύλων, ἀλφίτων, ἐ-
ν̣οικίων κατὰ ταὐτά· θυόντωι δὲ καὶ σκανοπαγείσθων καὶ τοὶ ἀγοράξαντες τὰν ὠνὰν τετραπό-
δ̣ων· θυόντωι δὲ καὶ σκανοπαγείσθων καὶ τοὶ ἀγοράζοντες τὰν ὠνὰν ἐν Καλύμναι οἴνου
[ἐ]ξ οἰνοπέδων, ζευγέων, ἐρίων κατὰ ταὐτά· θυόντωι δὲ καὶ σκανοπαγείσθων καὶ τοὶ ἀγορά-
[ξ]αντες ὠνὰν ἀμπελοστατεύντων καὶ τῶν γυναικείων σωμάτων κατὰ ταὐτά· θυόντωι [δὲ]
10[καὶ] σκανοπαγείσθων καὶ τοὶ ἀγοράξαντες τὰν ὠνὰν σκοπᾶς δαμοσίας· θυέτω δὲ κ[αὶ σκα-]
[νο]παγείσθωι καὶ ὁ τὰν ἄλλ<α>ν μισθωσάμενος σκοπὰν τὰν ἐπὶ Ναυτιλέωι· θυέτω δὲ̣ [κατὰ]
[τα]ὐτά καὶ σκανοπαγείσθωι καὶ ὁ πριάμενος τὰν ὠνὰν τᾶν Μουσᾶν κατὰ ταὐτά· θ[υέτωι δὲ]
[κ]ατὰ ταὐτά καὶ σκανοπαγείσθωι καὶ ὁ πριάμενος τὰν ὠνὰν τοῦ Ἀφροδεισίου· θυέτ[ωι δὲ]
καὶ σκανοπαγείσθωι καὶ ὁ πριάμενος τὰν ὠνὰν κύκλου Γᾶς κατὰ ταὐτά· θυόντωι δὲ [κατὰ]
15[ταὐ]τά καὶ σκανοπαγείσθων τοὶ ἔχοντες τὰν ὠνὰν λιβανοπωλᾶν, ὀσπρίων, ταρείχου· [θυέ-]
[τ]ω̣ι δὲ κατὰ ταὐτὰ καὶ σκανοπαγείσθωι καὶ ὁ ἔχων τὰν ὠνὰν τοῦ λατρικοῦ· θυόντωι δὲ
[καὶ] σκανοπαγείσθων τοὶ κωποξύσται τῶι Ποτειδᾶνι καὶ Κῷ οἶν ἀπὸ δραχμᾶν τριά-
[κον]τα καὶ Ῥόδωι ἀπὸ δραχμᾶν τριάκοντα· θυόντωι δὲ κα<τὰ> ταὐτὰ καὶ ὅσσοι κα σκοπᾶς μίσθω-
[σιν] ποιήσωνται ἢ ἔχωντι ἰδιωτικὰν μεμισθωμένοι Ποτειδᾶνι καὶ Κῷ οἶν ἀπὸ δραχμᾶν τρι[ά-]
20[κον]τα καὶ Ῥόδωι ἀπὸ δραχμᾶν τριάκοντα ἐς ὅ κα ἦι συνεστηκυῖα ἁ σκοπά· θυόντωι δὲ κα-
[τὰ τ]αὐτὰ καὶ τοὶ μετάβολοι τοὶ ἐν τοῖς ἰχθύσιν Ποτειδᾶνι καὶ Κῷ οἶν ἀπὸ δραχμᾶν τριάκον[τα]
[καὶ] Ῥόδωι οἶν ἀπὸ δραχμᾶν τριάκοντα· θυόντωι δὲ κατὰ ταὐτὰ καὶ τοὶ νεωλκοί, λαμβάνο[ν-]
[τε]ς ὁμοίως καὶ οὗτοι παρὰ τῶν ταμιᾶν δραχμὰς ἑξήκοντα· θυέτωι δὲ καὶ ὁ ναύαρχος τ[ῶι]
[Πο]τειδᾶνι οἶν ἀπὸ δραχμᾶν τριάκοντα καὶ Κῶι οἶν ἀπὸ δραχμᾶν τριάκοντα καὶ Ῥόδωι (vac. )
25[οἶν] ἀπὸ δραχμᾶν τριάκοντα, διαγραφέσθωι δὲ αὐτῶι παρὰ τῶν ταμιᾶν δραχμὰς ἐνενή-
[κο]ντα· θυόντωι δὲ κατὰ ταὐτὰ καὶ σκανοπαγείσθων ἕκαστος τῶν τριηράρχων, θυόν-
[τ]ω̣ι δὲ τῶι Ποτειδᾶνι οἶν ἀπὸ δραχμᾶν τριάκοντα καὶ Κῶι οἶν ἀπὸ δραχμᾶν τριάκοντ[α]
[κα]ὶ Ῥόδωι οἶν ἀπὸ δραχμᾶν τριάκοντα, λαμβανόντωι δὲ καὶ τοῦτοι παρὰ τῶν ταμι[ᾶν]
[δρ]αχμὰς ἐνενήκοντα· θυόντωι δὲ καὶ τοὶ καρπολογεῦντες τῶι Ποτειδᾶνι οἶν ἀ[πὸ]
30[δρ]αχμᾶν τεσσαράκοντα καὶ Κῶι οἶν ἀπὸ δραχμᾶν τεσσαράκοντα καὶ Ῥόδωι οἶν ἀπ[ὸ]
[δρ]α̣χμᾶν τεσσαράκοντα· θυόντωι δὲ καὶ τοὶ ὑπηρέται τᾶν μακρᾶν ναῶν Ποτειδᾶνι καὶ [Κῶι]
[οἶν ἀ]πὸ δραχμᾶν τρι[άκοντα κ]αὶ Ῥόδωι οἶ[ν] ἀπὸ [δ]ρα[χ]μᾶν τρ[ιάκ]οντα· θυόντωι δὲ καὶ το[ὶ]
[. c. 4.]ΟΙ ἐκ τῶν ὑπηρε[τικῶν πλοίων - - - ].[ - - - ἀπὸ] δραχμᾶν τ[ριά-]
[κοντα - - - ]
[ - - - ]