[ - - - ]
[. c. 50.]· τὸ
δὲ ἀν[άλωμα τὸ] ἐσσόμενον εἴς τε ταὶς στ[άλλαις καὶ] τοὶς πρεσβευ-
τα[ὶς] παρακαλέσσαι τὸν ταμίαν Εὔ̣ιππον προεισενέγκαι ἐπὶ πόρῳ τοῖς
πρώτοις πορισθησομένοισι εἰς τὰμ φυλακὰν τᾶς πόλιος μετὰ πρύτα-
5νιν Ἡρακλείδαν· τοὶς δὲ χρεοφύλακ̣ας ἀναγράψαι αὐτῷ τὰν πόλιν
ὀφέλλοισα̣ν τόκω ἕκτω καὶ τὸν ταμία̣ν τὸν ἀπ̣οδειχθησ̣όμενον ἐπὶ τᾶς
διοικήσιος ἀποδόμεναι αὐτῷ τό τε ἀρχαῖον καὶ τὸν τόκον ἐκ τῶ πόρω
τῶ γεγραμμένω· τᾶς δὲ̣ ἀ̣ναγραφᾶς καὶ τᾶς ἀναθέσιος τοὶς θ[εοῖσι]
ἐπιμελήθην τοὶς ἄνδρας τοὶς ἀποδειχθησομένοις· ἔμμεναι δὲ τὸ ψάφισ-
10μα τοῦτο εἰς φυλ̣ακὰν καὶ σωτηρίαν τᾶς πόλιος καὶ τᾶς χώρας κύριον εἰς
πάντα τὸν χρόνον· τὸν δὲ ἀποδεδειγμένον εἰσαγωγέα τῶ νόμω Ε[...]-
ρον εἰσενέγκαι αὐτὸ εἰς τὸ νομοθετικὸν δικαστήριον, ἵνα ὑπάρχῃ
ἀσφάλεια τᾷ πόλει καὶ τᾷ χώρᾳ ἐννόμως̣ κα̣τ̣ὰ̣ πάντα τρόπον· ἀναγινώ-
σκεσθαι δὲ τὸ ψάφι̣σμα κατ’ ἑκάσταν ἐκκλη[σί]α̣ν, ἐπεί κε ἀποδειχθῇ
15τὸ στρατάγιον. (vac. ) πρεσβευταί· (vac. ) Εὔιππος Λ̣αονίκω, (vac. ) Ἀνδρέ̣α̣ς Ἡροστράτω,
Νικήρατος Ἀπολλοδώρω, (vac. ) Πολύφρων̣ [Ε]ὐ̣μή̣δω· (vac. ) ἐ[κ]υ̣ρώθ[η] ἐπὶ πρυτάνιος
Ἡρα̣κλείδα τῶ Ζω[ί]λω, μην̣νὸς Ἀμολωίω τρίτᾳ ἀπιόντος, στραταγῶ
ἐπεστακόντος τᾷ ἐκ̣[κ]λ̣ησίᾳ (vac. ) Ἀνδρέα τῶ Ἡροστράτω. (vac. )
(vac. )