[ - - - ]
[. 8-10.]· τὸ δὲ ἀν̣[άλωμα τὸ] ἐσσόμενον εἴς τε τ[αὶς στάλλαις]
[καὶ] τοὶς πρεσβευτα[ὶς] παρακαλέσσαι τὸν ταμίαν Εὔιππον προεισε-
νέγκαι ἐπὶ πόρῳ τοῖς πρώτοις πορισθησομένοισι εἰς τὰμ φυλακὰν τᾶς
πόλιος μετὰ πρύτανιν Ἡρακλείδαν· τοὶς δὲ χρεοφύλακας ἀναγρά-
5ψαι αὐτῷ τὰν πόλιν ὀφέλλοισαν τόκω ἕκτω καὶ τὸν ταμίαν τὸν ἀπο-
δειχθησόμενον ἐπὶ τᾶς διοικήσιος ἀποδόμεναι αὐτῷ τό τε ἀρχαῖον
καὶ τὸν τόκον ἐκ τῶ πόρω τῶ γεγραμμένω· τᾶς δὲ ἀναγραφᾶς
καὶ τᾶς ἀναθέσιος τᾶν σταλλᾶν ἐπιμελήθην τοὶς ⟦[. 10.]⟧
ἄν̣δρας τοὶς ἀποδειχθησομένοις· ἔμμεναι δὲ τὸ ψάφισμα τοῦτ[ο]
10εἰς φυλακὰν καὶ σωτηρίαν τᾶς πόλιος καὶ τᾶς χώρας κύριον εἰς
πάντα τὸν χρόνον· τὸν δὲ ἀποδεδειγμένον εἰσαγωγέα τῶ νό-
μω Ε[...]ρ̣ον εἰσενέγκαι αὐτὸ εἰς̣ τὸ νομοθετικὸν δικαστήριον, ἵνα
ὑπάρχῃ ἀσφάλεια τᾷ πόλει καὶ τᾷ χώρᾳ ἐννόμως̣ κατὰ πάντα τρό-
πον· ἀναγινώσκεσθαι δὲ τοῦτο τὸ ψ̣άφισμα κατ’ ἑκάσταν ἐκκλη̣-
15[σί]αν, ἐπεί κε ἀποδειχθῇ τὸ στρατάγιον. πρέσβεις· Εὔιππος Λαονί-
[κ]ω, Ἀνδρέας Ἡροστράτω, Νικήρατος Ἀπολλοδώρω, Πολύφρων̣ (vac. )
[Εὐ]μ̣ήδω· μηννὸς Ἀμcολωίω τρίτᾳ ἀπιόντος, στραταγῶ ἐπεστακόν̣-
[τος] Ἀνδρέα τῶ Ἡροστράτω, ἐπὶ πρυτάνιος Ἡρακλείδα τῶ Ζωίλω.
(vac. )