[θε]ό̣ς̣.
ὅ̣σ̣τις κα ἐσάγ[η] εἰς τὰ̣ν τῶν Κυπαρισσιέ-
ω̣ν χώραν, ἐπεί κα [ἐ]ξέληται τ̣ὰ̣ ἐμπόρια ἀπ-
ο̣γραψάσθω ποτ[ὶ] τοὺς πεντηκοστολόγ[ου-]
5ς̣ κ̣α̣ὶ καταβαλέτ̣ω̣ τὰμ πεντηκοστὰν π[ρὶ-]
ν ἀνάγειν τι ἢ π̣ω̣λεῖν, εἰ δὲ μὴ̣ ἀποτεισά[τ-]
ω δεκαπλόαν· ὅτι δέ τίς κα ἐξάγη κατὰ
θάλασσαν, ἀπογραψάμενος ποτὶ τοὺς
πεντηκοστολόγους καὶ κατα̣βαλ̣ὼν τὰ-
10[ν] πεντηκοστὰν ἀντιθέσθ̣ω̣ πα̣ρ̣α̣κ̣αλέ-
[σ]ας τὸν̣ πεντηκοστολόγον, πρόσθε̣ν
δὲ μὴ ἀντιθέσθω̣, εἰ δὲ μ̣ὴ̣ ἀ̣π̣ο̣τεισάτω
δεκαπλόαν τὰν πεντηκ̣ο̣στὰν κατ[ὰ τ-]
ὰ̣ν̣ σ̣ύ̣γγραφον. εἰ δέ τίς κα̣ ὀ̣λ̣ι̣γοτιμάση
15[ἐπι]καθιξεῖται ὁ πεντηκοστολόγο̣[ς]
[ὧν κα] χ̣ρ̣ήζηι κατὰ τὰν σ̣ύ̣γ̣γραφον̣.
(vac. )